Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.574 Joseph. BJ 4.581 (English) >>Joseph. BJ 4.588

4.578προσέβαλλε δὲ τῷ ἱερῷ Σίμων τοῦ δήμου βοηθοῦντος, κἀκεῖνοι καταστάντες ἐπὶ τῶν στοῶν καὶ τῶν ἐπάλξεων ἠμύνοντο τὰς προσβολάς. 4.579συχνοὶ δʼ ἔπιπτον τῶν περὶ Σίμωνα καὶ πολλοὶ τραυματίαι κατεφέροντο· ῥᾳδίως γὰρ ἐξ ὑπερδεξίου τὰς βολὰς οἱ ζηλωταὶ καὶ οὐκ ἀστόχους ἐποιοῦντο. 4.580πλεονεκτοῦντες δὲ τῷ τόπῳ καὶ πύργους ἔτι προσκατεσκεύασαν τέσσαρας μεγίστους, ὡς ἀφʼ ὑψηλοτέρων ποιοῖντο τὰς ἀφέσεις, τὸν μὲν κατὰ τὴν ἀνατολικὴν καὶ βόρειον γωνίαν, 4.581τὸν δὲ τοῦ ξυστοῦ καθύπερθεν, τὸν δὲ τρίτον κατὰ γωνίαν ἄλλην ἀντικρὺ τῆς κάτω πόλεως· 4.582 δὲ λοιπὸς ὑπὲρ τὴν κορυφὴν κατεσκεύαστο τῶν παστοφορίων, ἔνθα τῶν ἱερέων εἷς ἐξ ἔθους ἱστάμενος ἑκάστην ἑβδομάδα εἰσιοῦσαν προεσήμαινε σάλπιγγι δείλης καὶ τελεσθεῖσαν αὖθις περὶ ἑσπέραν, ὅτε μὲν ἀνέργειαν τῷ λαῷ καταγγέλλων, ὅτε δʼ ἔργων ἔχεσθαι. 4.583διέστησαν δʼ ἐπὶ τῶν πύργων ὀξυβελεῖς τε καὶ λιθοβόλους μηχανὰς τούς τε τοξότας καὶ σφενδονήτας. 4.584ἔνθα δὴ τὰς μὲν προσβολὰς ὀκνηροτέρας ἐποιεῖτο Σίμων μαλακιζομένων αὐτῷ τῶν πλειόνων, ἀντεῖχε δʼ ὅμως περιουσίᾳ δυνάμεως· τὰ δὲ ἀπὸ τῶν ὀργάνων βέλη πορρωτέρω φερόμενα πολλοὺς τῶν μαχομένων ἀνῄρει. 4.585

Κατὰ δὲ τὸν αὐτὸν καιρὸν περιέσχε καὶ τὴν Ῥώμην πάθη χαλεπά.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.574 Joseph. BJ 4.581 (English) >>Joseph. BJ 4.588

Powered by PhiloLogic